Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.233 Joseph. AJ 7.236 (English) >>Joseph. AJ 7.240

7.235πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ μένειν μὲν αὐτὸς ἐν ταῖς Παρεμβολαῖς ἔκρινεν, ἐκπέμπων δὲ τοὺς φίλους καὶ τοὺς στρατηγοὺς ἐπὶ τὸν πόλεμον παρεκάλει προθυμίαν ἐναποδείξασθαι καὶ πίστιν καὶ μνήμην, εἴ τινος τῶν μετρίως ἐχόντων παρʼ αὐτοῦ ἔτυχον· φείσασθαι δὲ καὶ τοῦ παιδὸς Ἀψαλώμου κρατήσαντας ἠντιβόλει, μὴ κακὸν αὑτὸν ἐργάσηταί τι τελευτήσαντος αὐτοῦ. καὶ μὲν νίκην αὐτοῖς ἐπευξάμενος ἐκπέμπει τὴν στρατιάν. 7.236

Ἰωάβου δὲ παρατάξαντος τὴν δύναμιν ἀντικρὺ τῶν πολεμίων ἐν πεδίῳ μεγάλῳ ἐξόπισθεν περιβεβλημένῳ δρυμὸν ἀντεξάγει τὴν στρατιὰν καὶ Ἀψάλωμος. καὶ συμβολῆς γενομένης ἔργα μεγάλα χειρῶν τε καὶ τόλμης παρʼ ἀμφοτέρων ἐπεδείκνυτο, τῶν μὲν ὑπὲρ τοῦ τὴν βασιλείαν ἀπολαβεῖν Δαυίδην παρακινδυνευόντων καὶ πάσῃ προθυμίᾳ χρωμένων, τῶν δʼ ἵνα μὴ ταύτην Ἀψάλωμος ἀφαιρεθῇ καὶ δῷ τῷ πατρὶ δίκας κολασθεὶς ἀνθʼ ὧν ἐτόλμησεν οὐδὲν ὀκνούντων οὔτε ποιεῖν οὔτε πάσχειν, 7.237ἔτι δὲ τῶν μὲν πλειόνων ἵνα μὴ κρατηθῶσιν ὑπὸ τῶν σὺν Ἰωάβῳ καὶ τοῖς σὺν αὐτῷ στρατηγοῖς ὄντων ὀλίγων, αἰσχύνην γὰρ αὐτοῖς τοῦτο εἶναι μεγίστην, τῶν δὲ Δαυίδου στρατιωτῶν ἵνα τοσούτων μυριάδων κρατήσωσι φιλοτιμουμένων, ἔρις ἐγένετο καρτερά, καὶ νικῶσιν οἱ Δαυίδου ῥώμῃ τε προύχοντες καὶ τῇ τῶν πολεμικῶν ἐπιστήμῃ. 7.238φεύγοντας δὲ διὰ δρυμῶν καὶ φαράγγων ἑπόμενοι τοὺς μὲν ἐλάμβανον πολλοὺς δὲ ἀνῄρουν, ὡς φεύγοντας πεσεῖν πλείονας μαχομένους· ἔπεσον γὰρ ὡς δισμύριοι ἐπʼ ἐκείνης τῆς ἡμέρας. οἱ δὲ τοῦ Δαυίδου πάντες ὥρμησαν ἐπὶ τὸν Ἀψάλωμον· φανερὸς γὰρ αὐτοῖς ὑπό τε τοῦ κάλλους καὶ τοῦ μεγέθους ἐγένετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.233 Joseph. AJ 7.236 (English) >>Joseph. AJ 7.240

Powered by PhiloLogic